Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.155 Joseph. AJ 18.160 (English) >>Joseph. AJ 18.165

18.158εἰλημμένου δὲ τοῦ χρήματος τούτου Ἀγρίππας εἰς Ἀνθηδόνα παραγενόμενος καὶ λαβὼν ναῦν ἐν ἀναγωγαῖς ἦν. καὶ γνοὺς Ἐρέννιος Καπίτων τῆς Ἰαμνείας ἐπίτροπος πέμπει στρατιώτας, οἳ εἰσπράξονται αὐτὸν ἀργυρίου τριάκοντα μυριάδας θησαυρῷ τῷ Καίσαρος ὀφειλομένας ἐπὶ Ῥώμης ὑπʼ αὐτοῦ, ἀνάγκας τε ἐπετίθεσαν τοῦ μενοῦντος. 18.159καὶ τότε μὲν πείσεσθαι τοῖς κεκελευσμένοις προσποιητὸς ἦν, νυκτὸς δʼ ἐπιγενομένης κόψας τὰ ἀπόγεια ᾤχετο ἐπʼ Ἀλεξανδρείας πλέων. ἔνθα Ἀλεξάνδρου δεῖται τοῦ ἀλαβάρχου μυριάδας εἴκοσι δάνειον αὐτῷ δοῦναι. δʼ ἐκείνῳ μὲν οὐκ ἂν ἔφη παρασχεῖν, Κύπρῳ δὲ οὐκ ἠρνεῖτο τήν τε φιλανδρίαν αὐτῆς καταπεπληγμένος καὶ τὴν λοιπὴν ἅπασαν ἀρετήν. 18.160 δὲ ὑπισχνεῖτο, καὶ Ἀλέξανδρος πέντε τάλαντα αὐτοῖς ἐν τῇ Ἀλεξανδρείᾳ δοὺς τὸ λοιπὸν ἐν Δικαιαρχείᾳ γενομένοις παρέξειν ἐπηγγέλλετο, δεδιὼς τοῦ Ἀγρίππου τὸ εἰς τὰ ἀναλώματα ἕτοιμον. καὶ Κύπρος μὲν ἀπαλλάξασα τὸν ἄνδρα ἐπὶ τῆς Ἰταλίας πλευσούμενον αὐτὴ μετὰ τῶν τέκνων ἐπὶ Ἰουδαίας ἀνέζευξεν. 18.161

Ἀγρίππας δὲ εἰς Ποτιόλους παραβαλὼν ἐπιστολὴν ὡς Τιβέριον τὸν Καίσαρα γράφει διαιτώμενον ἐν Καπρέαις, παρουσίαν τε τὴν αὐτοῦ δηλῶν ἐπὶ θεραπείᾳ καὶ ὄψει τῇ ἐκείνου, καὶ ἀξιῶν ἔφεσιν αὐτῷ γενέσθαι εἰς Καπρέας παραβαλεῖν. 18.162Τιβέριος δὲ οὐδὲν ἐνδοιάσας τά τε ἄλλα αὐτῷ γράφει φιλανθρωπίᾳ χρώμενος, ἐκτίνει τε χάριν ἀποσημαίνων ἐπὶ τῷ σῶν ἐπανήκειν εἰς τὰς Καπρέας, ἐπεὶ δʼ ἀφικνεῖται μηδὲν ὑφελὼν τοῦ ἐν τοῖς γράμμασι προθύμου ἠσπάζετό τε καὶ ἐξένιζεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.155 Joseph. AJ 18.160 (English) >>Joseph. AJ 18.165

Powered by PhiloLogic